Matthew 14:13-21

13
 Ἀκούσας δὲ = WH Treg NA/NIV: || Καὶ ἀκούσας = RP
Ἀκούσας δὲ ⸃ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
14καὶ
 ἐξελθὼν = WH Treg NA/NIV: || ἐξελθὼν ὁ Ἰησοῦς = RP
ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
15ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ
 μαθηταὶ = WH Treg NA/NIV: || μαθηταὶ αὐτοῦ = RP
μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν τόπος καὶ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
16 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 δὲ εἶπεν· Φέρετέ μοι
 ὧδε αὐτούς = WH Treg NA/NIV: || αὐτοὺς ὧδε = RP
ὧδε αὐτούς ⸃.
19καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ
 τοῦ χόρτου = WH Treg NA/NIV: || τοὺς χόρτους = RP
τοῦ χόρτου ⸃, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
20καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

Copyright information for SBLG